ἔφη, ‘παρὰ σοί ἐστιν.’
Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν
Φοίβου ποτ᾽ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.
Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ‘ταύτην,’ ἔφη, ‘μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν.’
Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη, ‘γιγνώσκω ὃν φύγω, μὴ γιγνώσκων πρὸς ὃν φύγω.’
καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν [p. 220] ἐκλιπόντα