Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νυκτὸς δὲ μέλλων κατὰ τάχος ἀναζευγνύειν ἐκ τῆς πολεμίας καὶ τὸν ἐρώμενον ὁρῶν ἀπολειπόμενον δι᾽ ἀσθένειαν καὶ δακρύοντα, ‘χαλεπόν,’ εἶπεν, ‘ἅμα ἐλεεῖν καὶ φρονεῖν.’
Μενεκράτους δὲ τοῦ ἰατροῦ Διὸς προσαγορευομένου, γράψαντος ἐπιστολὴν πρὸς αὐτόν, ‘Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν,’ ἀντέγραψεν, ‘βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.’ [p. 130]
Λακεδαιμονίων δὲ νικησάντων Ἀθηναίους καὶ τοὺς συμμάχους ἐν Κορίνθῳ, πυθόμενος τὸ