Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν αἰτίαν εἰπούσης δὲ ὅτι ‘Περσεὺς τέθνηκεν [p. 174] ἡμῖν ῾’ κυνίδιον δ᾽ ἦν οὕτως ὀνομαζόμενον ῾‘, ἀγαθῇ τύχῃ,’ εἶπεν, ‘ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν.’
εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.
τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάττειν ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον.
ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ συντεταγμένους ἰδὼν τοὺς πολεμίους, τοῦ