πολεμίων φάλαγγα, καὶ τῶν περὶ αὐτὸν [p. 172] ἡγεμονικῶν εὐθὺς ἐπιχειρεῖν κελευόντων, ἔφη τὴν ὥραν οὐκ ἐπαρκεῖν, ἵνα τοσαύτας μυριάδας κατακόψαντες καὶ διαρπάσαντες τὴν ἀποσκευὴν ἐπανελθόντες εἰς τὸ στρατόπεδον ἑαυτῶν ἐπιμεληθῶσι, τὸ δὲ αὐτὸ ποιήσειν αὔριον καθ᾽ ὥραν. καὶ συμβαλὼν τῇ ὑστεραίᾳ πεντακισμυρίους τῶν πολεμίων ἀνεῖλεν.
Ποπλίου Λικινίου
Πόπλιος Λικίνιος ὕπατος στρατηγός, ἡττηθεὶς ὑπὸ Περσέως τοῦ Μακεδόνων βασιλέως ἱππομαχίᾳ,