Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολέμῳ κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπ᾽ Ἀντιπάτρου Μενύλλου δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι διδόντος, ἀγανακτήσας εἶπε [p. 114] μήτε ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι, καὶ χείρονα τὴν αἰτίαν ἐφ᾽ ᾗ λήψεται νῦν τότε μὴ δεξάμενος.
Ἀντίπατρος δ᾽ ἔφη, ὡς δυοῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς ἐμπέπληκεν.
ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτόν, ‘οὐ δύνασαι,’ εἶπεν, ‘Ἀντίπατρε, καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι.’