Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑτοίμων οὐκ εἴασαν, ἀλλὰ τὰς τελωνικὰς προσόδους ἀπέταξαν οὔπω χρόνον ἐχούσας. ὁ δὲ Σκιπίων χρημάτων μὲν οὐκ ἔφη δεῖσθαι, τὰ γὰρ ἑαυτοῦ καὶ τῶν φίλων ἐξαρκέσειν: περὶ δὲ τῶν στρατιωτῶν ἐμέμψατο, χαλεπὸν γὰρ εἶναι τὸν πόλεμον, εἰ μὲν δι᾽ ἀνδρείαν τῶν πολεμίων ἥττηνται τοσαυτάκις, ὅτι πρὸς τοιούτους, εἰ δὲ δι᾽ ἀνανδρίαν τῶν πολιτῶν, ὅτι μετὰ τοιούτων.
ἐπεὶ δὲ ἐλθὼν εἰς τὸ στρατόπεδον πολλὴν ἀταξίαν καὶ ἀκολασίαν καὶ δεισιδαιμονίαν καὶ τρυφὴν κατέλαβε, μάντεις μὲν εὐθὺς ἐξήλασε καὶ θύτας καὶ πορνοβοσκούς, σκεύη δὲ προσέταξεν [p. 194]