βήματος, ‘ἐμέ,’ εἶπεν, ‘οὐδέποτε στρατοπέδων ἀλαλαγμὸς ἐθορύβησεν, οὔτι γε συγκλύδων ἀνθρώπων, ὧν οὐ μητέρα τὴν Ἰταλίαν ἀλλὰ μητρυιὰν οὖσαν ἐπίσταμαι.’
τῶν δὲ περὶ τὸν Γάιον βοώντων κτεῖναι τὸν τύραννον, ‘εἰκότως,’ εἶπεν, ‘οἱ τῇ πατρίδι πολεμοῦντες ἐμὲ βούλονται προανελεῖν οὐ γὰρ οἷόν τε τὴν Ῥώμην πεσεῖν Σκιπίωνος ἑστῶτος οὐδὲ ζῆν Σκιπίωνα τῆς Ῥώμης πεσούσης.’
Καικιλίου Μετέλλου
Καικίλιος Μέτελλος ὀχυρῷ χωρίῳ βουλευόμενος προσαγαγεῖν, εἰπόντος ἑκατοντάρχου πρὸς [p. 198]