ἐπεὶ δ᾽ ὄναρ ἰδὼν χρυσοῦν θέρος ἐξαμῶντα Μιθριδάτην ἐβουλεύσατο κτεῖναι, καὶ Δημητρίῳ τῷ υἱῷ φράσας ὥρκωσε σιωπήσειν,1 παραλαβὼν2 τὸν Μιθριδάτην ὁ Δημήτριος καὶ συμπεριπατῶν παρὰ θάλατταν ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ δόρατος, ‘φεῦγε, Μιθριδᾶτα.’ ἐκεῖνος δὲ νοήσας ἔφυγεν εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε.
Δημητρίου
Ῥοδίους δὲ πολιορκῶν ὁ Δημήτριος ἔλαβεν ἔν τινι προαστείῳ πίνακα Πρωτογένους τοῦ [p. 76]