Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐνίκησεν ἐν Μαραθῶνι τοὺς βαρβάρους, οὐκέτι ἦν ἐντυχεῖν ἀτακτοῦντι Θεμιστοκλεῖ: πρὸς δὲ τοὺς θαυμάζοντας τὴν μεταβολὴν ἔλεγεν ὡς ‘οὐκ ἐᾷ με καθεύδειν οὐδὲ ῥᾳθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.’
ἐρωτηθεὶς δὲ πότερον Ἀχιλλεὺς ἐβούλετ᾽ ἂν ἢ Ὅμηρος εἶναι, ‘σὺ δ᾽ αὐτός,’ ἔφη, ‘πότερον ἤθελες ὁ νικῶν Ὀλυμπίασιν1 ἢ ὁ κηρύττων τοὺς νικῶντας εἶναι;’
Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα τῷ μεγάλῳ στόλῳ, φοβηθεὶς Ἐπικύδην τὸν δημαγωγὸν αἰσχροκερδῆ καὶ δειλὸν ὄντα μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ τὴν πόλιν, ἔπεισεν ἀργυρίῳ τῆς στρατηγίας ἀποστῆναι.
Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος
1 Ὀλυμπίασιν Bernardakis: ἐν ὀλυμπιάσιν.