Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν δὲ Φαρσάλῳ Πομπηίου παρατεταγμένην τὴν φάλαγγα κατὰ χώραν ἑστάναι καὶ προσδέχεσθαι τοὺς πολεμίους παρεγγυήσαντος, ἁμαρτεῖν αὐτὸν ἔλεγε τὸν ἐξ ἐπιδρομῆς μετ᾽ ἐνθουσιασμοῦ τόνον καὶ ῥοῖζον ἐκλύσαντα τῶν στρατιωτῶν. [p. 228]
Φαρνάκην δὲ νικήσας τὸν Ποντικὸν ἐξ ἐφόδου πρὸς τοὺς φίλους ἔγραψεν, ‘ἦλθον εἶδον ἐνίκησα.’
μετὰ δὲ τὴν ἐν Λιβύῃ τῶν περὶ τὸν Σκιπίωνα φυγὴν καὶ ἧτταν Κάτωνος ἑαυτὸν ἀνελόντος, ‘φθονῶ σοι Κάτων,’ εἶπε, ‘τοῦ θανάτου: καὶ γὰρ σὺ ἐμοὶ τῆς σῆς σωτηρίας ἐφθόνησας.’