πατάξας, ‘ἐγώ σε,’ εἶπε, ‘τρέφω μαχούμενον, ἀλλ᾽ οὐ λοιδορησόμενον Ἀλεξάνδρῳ.’
Ἄιγυπτιων βασιλέων ἔθος
οἱ Αἰγυπτίων βασιλεῖς κατὰ νόμον ἑαυτῶν τοὺς δικαστὰς ἐξώρκιζον ὅτι κἂν βασιλεύς τι προστάξῃ κρῖναι τῶν μὴ δικαίων, οὐ κρινοῦσι.
Πόλτος
Πόλτυς ὁ Θρᾳκῶν βασιλεὺς ἐν τῷ Τρωϊκῷ πολέμῳ πρεσβευσαμένων πρὸς αὐτὸν ἅμα τῶν Τρώων καὶ τῶν Ἀχαιῶν ἐκέλευσε τὸν Ἀλέξανδρον ἀποδόντα τὴν Ἑλένην δύο παρ᾽ αὐτοῦ λαβεῖν καλὰς γυναῖκας.