Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀμετρίαν τῆς χαρᾶς.’
εἰδὼς δὲ τοὺς Σπαρτιάτας ἐπικρυπτομένους τὰ τοιαῦτα συμπτώματα, καὶ βουλόμενος ἐξελέγξαι τὸ μέγεθος τῆς συμφορᾶς αὐτῶν, οὐχ ὁμοῦ πᾶσι νεκρῶν ἀναίρεσιν ἀλλ᾽ ἑκάστοις κατὰ πόλιν ἔδωκεν, ὥστε πλείονας ἢ χιλίους ὄντας ὀφθῆναι τοὺς Λακεδαιμονίων.
Ἰάσονος δὲ τοῦ Θετταλῶν μονάρχου συμμάχου μὲν εἰς Θήβας παραγενομένου, δισχιλίους δὲ χρυσοῦς τῷ Ἐπαμεινώνδᾳ πέμψαντος ἰσχυρῶς πενομένῳ, τὸ μὲν χρυσίον οὐκ ἔλαβε, τὸν δὲ [p. 144] Ἰάσονα θεασάμενος, ‘ἀδίκων,’ ἔφη, ‘χειρῶν ἄρχεις’ αὐτὸς δὲ πεντήκοντα δραχμὰς δανεισάμενος