Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κατέχοντος, ἐκεῖνον δὲ τῆς ἀπαιτήσεως ἀμελεῖν, εἰ σωφρονεῖ, κελεύοντος, ἐκήρυττε τὰ πατρῷα καὶ ἐπίπρασκε: καὶ τὴν δωρεὰν ἀποδοὺς εὔνοιαν μὲν αὑτῷ, μῖσος δὲ ἐκείνῳ παρὰ τῶν πολιτῶν περιεποίησεν.
ἐπεὶ δὲ Ῥοιμητάλκης1 ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἀπ᾽ Ἀντωνίου μεταβαλόμενος πρὸς αὐτὸν οὐκ ἐμετρίαζεν παρὰ τοὺς πότους, ἀλλ᾽ ἦν ἐπαχθὴς ὀνειδίζων τὴν συμμαχίαν, προπιών τινι τῶν ἄλλων βασιλέων ὁ Καῖσαρ εἶπεν, ‘ἐγὼ προδοσίαν φιλῶ, προδότας δ᾽ οὐκ ἐπαινῶ.’
τῶν δὲ Ἀλεξανδρέων μετὰ τὴν ἅλωσιν τὰ δεινότατα πείσεσθαι προσδοκώντων, ἀναβὰς ἐπὶ
1 Ῥοιμητάλκης the preferred spelling: ῥυμετάλκης.