Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σημαίνειν οἴεται τὸν θεόν, ἐμβεβροντῆσθαι τοὺς πολεμίους εἶπεν ὅτι τοιούτων χωρίων ἐγγὺς ὄντων, ἐν τοιούτοις στρατοπεδεύουσιν.
ἥδιστον δὲ πάντων αὑτῷ τῶν γεγονότων καλῶν καὶ ἀγαθῶν ἔλεγε τὸ τοῦ1 πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς ἐν Λεύκτροις νικῆσαι Λακεδαιμονίους.
εἰωθὼς δὲ φαίνεσθαι τὸν ἄλλον χρόνον ἀληλιμμένος τὸ σῶμα καὶ φαιδρὸς τῷ προσώπῳ, μετὰ τὴν μάχην ἐκείνην τῇ ὑστεραίᾳ προῆλθεν αὐχμηρὸς καὶ ταπεινός: τῶν δὲ φίλων ἐρωτώντων μή τι λυπηρὸν αὐτῷ συμπέπτωκεν, ‘οὐδέν,’ εἶπεν, ‘ἀλλ᾽ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ μεῖζον ἢ καλῶς ἔχει φρονήσαντος: διὸ σήμερον κολάζω τὴν ’