Βρασίδου1
Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, ‘οὐδὲν οὕτως,’ ἔφη, ‘μικρόν ἐστιν, ὃ μὴ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.’
ἐν δὲ μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας2 αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινεν ἐπερωτηθεὶς δὲ πῶς ἐτρώθη, ‘προδούσης με τῆς ἀσπίδος,’ εἶπεν.
ἐπειδὴ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα [p. 124] τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ προσῆλθον αὐτοῦ,