τῶν στρατιωτῶν ἐκέλευσε θαρρεῖν: πλεῖον γὰρ ἔργον εἶναι τοῦ νικῆσαι τὸ τούτους σκυλεῦσαι. προσβὰς δὲ τῷ λόφῳ πρῶτος καὶ τὸ κίνημα τῶν βαρβάρων θεασάμενος ἀνεβόησε, ‘νενικήκαμεν, ὦ συστρατιῶται :’ καὶ μηδενὸς ὑποστάντος διώκων πέντε Ῥωμαίων ἀπέβαλε πεσόντας, τῶν δὲ πολεμίων ὑπὲρ δέκα μυριάδας ἀπέκτεινε.
Γναίου Πομπηίου
Γναῖος Πομπήιος ὑπὸ Ῥωμαίων ἠγαπήθη τοσοῦτον ὅσον ὁ πατὴρ ἐμισήθη. νέος δὲ ὢν παντάπασι τῇ Σύλλα μερίδι προσέθηκεν αὑτόν καὶ μήτε ἄρχων μήτε βουλεύων πολλοὺς ἐκ τῆς