Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρ᾽ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι: καὶ διδοὺς1 αὐτῷ, ‘λάβε,’ εἶπεν, ‘ὦ Σατιβαρζάνη: ταῦτα μὲν γὰρ δοὺς οὐκ2 ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.’
Κύρου τοῦ νετερου
Κῦρος ὁ νεώτερος τοὺς Λακεδαιμονίους συμμαχεῖν αὑτῷ παρακαλῶν ἔλεγε τοῦ ἀδελφοῦ καρδίαν ἔχειν βαρυτέραν καὶ πλείονα πίνειν ἄκρατον αὐτοῦ καὶ φέρειν βέλτιον ἐκεῖνον δὲ μόλις ἐν ταῖς θήραις