Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱρουμένοις ἄρχοντας: ‘δόξετε γάρ,’ εἶπεν, ‘μὴ πολλοῦ τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι.’
τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης: ‘ἃ γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε.’
τιμητείαν δὲ μετιὼν καὶ τοὺς ἄλλους ὁρῶν δεομένους τῶν πολλῶν καὶ κολακεύοντας, αὐτὸς [p. 182] ἐβόα τὸν δῆμον ἀποτόμου χρείαν ἔχειν ἰατροῦ καὶ μεγάλου καθαρμοῦ: δεῖν οὖν μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν ἀπαραίτητον αἱρεῖσθαι. καὶ ταῦτα λέγων ᾑρέθη πρὸ πάντων.
διδάσκων δὲ τοὺς νέους εὐθαρσῶς μάχεσθαι,