Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ ῥήτωρ ὠνείδισε τὸν Ὀρέστην καὶ τὸν Οἰδίποδα ταῖς πόλεσιν, ἐπαναστὰς ὁ Ἐπαμεινώνδας, ‘ὁμολογοῦμεν,’ ἔφη, ‘καὶ παρ᾽ ἡμῖν πατροκτόνον γενέσθαι καὶ παρ᾽ Ἀργείοις μητροκτόνον: ἀλλὰ τοὺς ταῦτα δράσαντας ἡμεῖς μὲν ἐξεβάλομεν, Ἀθηναῖοι δὲ ὑπεδέξαντο.’
πρὸς δὲ τοὺς Σπαρτιάτας πολλὰ καὶ μεγάλα τῶν Θηβαίων κατηγορήσαντας, ‘οὗτοι μέντοι,’ εἶπεν, ‘ὑμᾶς βραχυλογοῦντας ἔπαυσαν.’
ἐπεὶ δὲ Ἀλέξανδρον τὸν Φεραίων τύραννον