Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὸ τῶν Βυζαντίων ἐποίησε τὸν Φίλιππον ἀπελθεῖν ἄπρακτον.
Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἑκατὸν τάλαντα δωρεὰν αὐτῷ πέμψαντος, ἠρώτησε τοὺς κομίζοντας τί δήποτε, πολλῶν ὄντων Ἀθηναίων, αὐτῷ μόνῳ ταῦτα δίδωσιν Ἀλέξανδρος: εἰπόντων δὲ ἐκείνων ὡς μόνον αὐτὸν ἡγεῖται καλὸν κἀγαθὸν εἶναι, ‘οὐκοῦν,’ ἔφη, ‘ἐασάτω με καὶ δοκεῖν καὶ εἶναι τοιοῦτον.’
αἰτοῦντος δὲ Ἀλεξάνδρου τριήρεις, καὶ τοῦ δήμου κελεύοντος ὀνομαστὶ παριέναι τὸν Φωκίωνα καὶ συμβουλεύειν, ἀναστὰς ἔφη, ‘συμβουλεύω τοίνυν ὑμῖν ἢ κρατεῖν τοῖς ὅπλοις αὐτοὺς ἢ φίλους εἶναι τῶν κρατούντων.’