Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀποπέμπειν ἅπαντα πλὴν χύτρας ὀβελίσκου καὶ ποτηρίου κεραμεοῦ: τῶν δὲ ἀργυρῶν1 ἔκπωμα οὐ μεῖζον δύο λιτρῶν συνεχώρησε τοῖς βουλομένοις ἔχειν: λούεσθαι δὲ ἀπεῖπε, τῶν δὲ ἀλειφομένων τρίβειν ἕκαστον ἑαυτόν: τὰ γὰρ ὑποζύγια χεῖρας μὴ ἔχοντα ἑτέρου τρίψοντος δεῖσθαι: προσέταξε δὲ ἀριστᾶν μὲν ἑστῶτας ἄπυρον ὄψον, δειπνεῖν δὲ κατακειμένους ἄρτον ἢ πόλτον2 ἁπλῶς καὶ κρέας ὀπτὸν ἢ ἑφθόν: αὐτὸς δὲ σάγον ἐμπεπορπημένος μέλανα περιῄει, πενθεῖν τὴν τοῦ στρατεύματος αἰσχύνην λέγων.
Μεμμίου δέ τινος χιλιάρχου λαβὼν ὑποζύγια