Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιστολὴν ὁ τοῦ Πύρρου ἰατρὸς, ἐπαγγελλόμενος, ἐὰν κελεύῃ, φαρμάκοις τὸν Πύρρον ἀποκτενεῖν ὁ δὲ Φαβρίκιος τὴν ἐπιστολὴν πρὸς Πύρρον ἔπεμψεν, αἰσθέσθαι κελεύσας δι᾽ ὅ τι καὶ φίλων κάκιστός ἐστι κριτὴς καὶ πολεμίων.
ἐπεὶ δὲ φωράσας τὴν ἐπιβουλὴν ὁ Πύρρος τὸν μὲν ἰατρὸν ἐκρέμασε, τῷ δὲ Φαβρικίῳ τοὺς αἰχμαλώτους ἄνευ λύτρων ἀπέδωκεν, οὐκ ἐδέξατο δωρεὰν ἀλλ᾽ ἴσους ἀντέδωκε, μὴ δόξῃ λαμβάνειν μισθὸν οὐδὲ γὰρ χάριτι Πύρρου μεμηνυκέναι τὴν [p. 158] ἐπιβουλήν, ἀλλ᾽ ὅπως μὴ δοκῶσι Ῥωμαῖοι δόλῳ κτείνειν, ὡς φανερῶς νικᾶν οὐ δυνάμενοι.