ἀλεκτρυόνας ἀποθνῄσκοντας ἐν τῷ μάχεσθαι, ‘μὴ σύ γε,’ εἶπεν, ‘ἀλλὰ δός μοι τοὺς κατακτείνοντας ἐν τῷ μάχεσθαι.’
Παιδαρήτου
Παιδάρητος1 οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.
Δαμωνίδου
Δαμωνίδας δὲ ταχθεὶς εἰς τὴν τελευταίαν τοῦ χοροῦ τάξιν ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος, ‘εὖγε,’ εἶπεν, ‘ἐξεῦρες πῶς καὶ αὕτη2 ἔντιμος γένηται.'’ [p. 136]