Λυκουρ́γου
Λυκοῦργος ὁ Λακεδαιμόνιος εἴθισε τοὺς πολίτας κομᾶν λέγων ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.
πρὸς δὲ τὸν κελεύοντα ποιεῖν ἐν τῇ πόλει δημοκρατίαν ‘σὺ πρῶτος,’ εἶπεν. ‘ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.’
ἐκέλευε δὲ τὰς οἰκίας ποιεῖν ἀπὸ πρίονος καὶ πελέκεως μόνον αἰσχύνεσθαι1 γὰρ εἰς οἰκίας λιτὰς ἐκπώματα καὶ στρώματα καὶ τραπέζας πολυτελεῖς εἰσφέροντας.
πυγμὴν δὲ καὶ παγκράτιον ἀγωνίζεσθαι ἐκώλυσεν, ἵνα μηδὲ παίζοντες ἀπαυδᾶν ἐθίζωνται. [p. 120]