‘Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.’
τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων, ‘τί γάρ,’ εἶπεν, ‘οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;’
ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθ᾽ ἡμέραν πρὸς αὐτὸν ἅπαντας: ἀχθέντων δέ, τὸν πρῶτον ἠρώτησεν εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ καὶ ὁ νεανίσκος, ‘ταῦτα,’ εἶπεν, ‘ὦ βασιλεῦ: πλείονα δ᾽ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.’ [p. 86]
Ἀντιόχου
Ἀντίοχος ὁ στρατεύσας δεύτερον ἐπὶ Πάρθους, ἔν τινι κυνηγεσίῳ καὶ διωγμῷ τῶν φίλων καὶ