ἐκεῖ μὲν οὖν ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας ἔχουσαι, σχολάζουσαν φιληκοΐαν περιμένουσιν ἐνταῦθα δὲ καὶ τοὺς λόγους αὐτοὺς καθ᾽ αὑτοὺς ὥσπερ δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι. [p. 12]
ἀποφθέγματα Κύρου1
Πέρσαι τῶν γρυπῶν ἐρῶσι2 διὰ τὸ Κῦρον ἀγαπηθέντα μάλιστα τῶν βασιλέων γεγονέναι γρυπὸν τὸ εἶδος.
ἔλεγε δὲ Κῦρος ἑτέροις ἀναγκάζεσθαι τἀγαθὰ πορίζειν τοὺς αὑτοῖς μὴ θέλοντας: ἄρχειν δὲ μηδενὶ προσήκειν, ὃς οὐ κρείττων ἐστὶ τῶν ἀρχομένων.