νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.
Κάτωνος Τοῦ Πρεσβυτέρου
Κάτων ὁ πρεσβύτερος ἐν τῷ δήμῳ τῆς ἀσωτίας καὶ πολυτελείας καθαπτόμενος εἶπεν ‘ὡς χαλεπόν ἐστι λέγειν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν.’
θαυμάζειν δὲ πῶς σῴζεται πόλις, ἐν πωλεῖται πλείονος ἰχθὺς ἢ βοῦς.
λοιδορῶν δέ ποτε τὴν ἐπιπολάζουσαν γυναικοκρατίαν, ‘πάντες,’ εἶπεν, ‘ἄνθρωποι τῶν γυναικῶν [p. 178] ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.’