Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς διὰ τοῦ σιδήρου θεραπείας. οὐ μὴν ἀλλ᾽ ἐπιθέμενος ἐν καιρῷ τοὺς Νομαντίνους ἐτρέψατο.
τῶν δὲ πρεσβυτέρων τοὺς ἡττημένους κακιζόντων, τί1 πεφεύγασιν οὓς τοσαυτάκις ἐδίωξαν, εἰπεῖν τινα λέγεται τῶν Νομαντίνων ὡς τὰ πρόβατα ταὐτὰ καὶ νῦν ἐστιν, ὁ δὲ ποιμὴν ἄλλος.
ἐπεὶ δὲ τὴν Νομαντίαν ἑλὼν καὶ θριαμβεύσας τὸ δεύτερον πρὸς Γάιον Γράκχον ὑπέρ τε τῆς βουλῆς καὶ τῶν συμμάχων κατέστη διαφορᾷ, καὶ λυπούμενος ὁ δῆμος ἐθορύβησεν αὐτὸν ἐπὶ τοῦ