Νικόστρατος ὁ τῶν Ἀργείων στρατηγὸς ὑπὸ Ἀρχιδάμου χωρίον τι προδοῦναι παρακαλούμενος ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ Λακαίνης ἣν βούλεται δίχα τῶν βασιλικῶν, ἀπεκρίνατο μὴ εἶναι τὸν Ἀρχίδαμον ἀφ᾽ Ἡρακλέους: τὸν μὲν γὰρ Ἡρακλέα περιιόντα τοὺς κακοὺς κολάζειν, Ἀρχίδαμον δὲ τοὺς ἀγαθοὺς κακοὺς ποιεῖν.
Ἐυδαμίδου
Εὐδαμίδας1 ἰδὼν ἐν Ἀκαδημείᾳ2 Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, ‘πότε οὖν,’ εἶπεν, ‘αὐτῇ χρήσεται;’