πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν αὐτὸν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἔσται τοιοῦτος, ‘ἀγνοεῖτε,’ εἶπεν, ‘ὦ ξένοι: Βρασίδας μὲν γὰρ ἦν ἀνὴρ ἀγαθός, ἁ δὲ Λακεδαίμων πολλὼς ἔχει τήνω κάρρονας’.
Ἄγιδος
Ἆγις ὁ βασιλεὺς οὐκ ἔφη τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσὶν οἱ πολέμιοι.
ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ‘ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.’
ἐπαινουμένων δὲ τῶν Ἠλείων ἐπὶ τῷ τὰ Ὀλύμπια καλῶς ἄγειν, ‘τί δέ,’ εἶπε, ‘ποιοῦσι θαυμαστόν, εἰ δι᾽ ἐτῶν τεττάρων μιᾷ ἡμέρᾳ ’