Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν φυγόντος, Νωνίου δέ τινος ἔτι παρ᾽ αὑτοῖς ἀετοὺς ἑπτὰ φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος, ‘καλῶς ἂν παρῄνεις,’ εἶπεν, ‘εἰ κολοιοῖς ἐπολεμοῦμεν.’
ἐπεὶ δὲ Καῖσαρ κρατήσας τὰς Πομπηίου καταβεβλημένας εἰκόνας ἀνέστησε μετὰ τιμῆς, ἔφη περὶ αὐτοῦ λέγων ὁ Κικέρων ὅτι ‘τοὺς Πομπηίου Καῖσαρ ἀνδριάντας ἱστὰς τοὺς αὑτοῦ1 πήγνυσιν.’
οὕτω δὲ πολλοῦ τὸ καλῶς λέγειν ἐτίμα τε καὶ περὶ τοῦτο μάλιστα ἠγωνία, ὥστε προκειμένης δίκης ἐπὶ τῶν ἑκατὸν ἀνδρῶν καὶ ἐπικειμένης τῆς [p. 222]