Ἀρχίδαμος ὁ Ἀγησιλάου καταπελτικὸν ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν, ‘ὦ Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἀρετά.’
Ἄγιδος τοῦ Νεωτέρου
ὁ δὲ νεώτερος Ἆγις, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ [p. 134] θαυματοποιοί, ‘καὶ μήν,’ ἔφη, ‘μάλιστα οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.’
τῷ δὲ προδότῃ παραδοῦναι στρατιώτας τῶν ἐφόρων κελευόντων, οὐκ ἔφη πιστεύειν τοὺς ἀλλοτρίους τῷ προδόντι τοὺς ἰδίους.
Κλεομένους
Κλεομένης πρὸς τὸν ὑπισχνούμενον αὐτῷ δώσειν