μέλλων δὲ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον δι᾽ αὐτὸν ἐνεδύσατο.
Ἀλκιβιάδου
Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν ἐν παλαίστρᾳ: καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ καταπαλαίοντος: εἰπόντος δὲ ἐκείνου, ‘δάκνεις ὡς αἱ γυναῖκες,’ ‘οὐ μὲν οὖν,’ εἶπεν, ‘ἀλλ᾽ ὡς οἱ λέοντες.’
ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον1 ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐράν ‘ὅπως,’ ἔφη, ‘τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ, καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.’