Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν Παναίτιον ψιθυρίσας εἶπεν, ‘ἤδη τι τῆς ἐπιδημίας ἡμῶν Ἀλεξανδρεῖς ἀπολελαύκασι: δι᾽ ἡμᾶς γὰρ ἑωράκασι τὸν βασιλέα περιπατοῦντα.’
Συναπεδήμει δὲ αὐτῷ φίλος μὲν εἷς φιλόσοφος Παναίτιος, οἰκέται δὲ πέντε: καὶ τούτων1 ἑνὸς ἀποθανόντος ἐπὶ τῆς ξένης, ἄλλον μὴ βουλόμενος πρίασθαι ἀπὸ τῆς Ῥώμης μετεπέμψατο.
τῶν δὲ Νομαντίνων ἀμάχων εἶναι δοκούντων καὶ πολλοὺς νενικηκότων στρατηγούς, ὕπατον ἀπέδειξε Σκιπίωνα τὸ δεύτερον ὁ δῆμος ἐπὶ τὸν πόλεμον ὡρμημένων δὲ πολλῶν ἐπὶ τὴν στρατείαν, καὶ τοῦτο διεκώλυσεν ἡ σύγκλητος, ὡς ἐρήμου τῆς Ἰταλίας ἐσομένης. καὶ χρήματα λαβεῖν τῶν