Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ προσέχων ἀκούῃς.’ τότε μὲν οὖν ἀνέστη: γενόμενος δὲ μᾶλλον ἐφ᾽ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτεισεν.
ἐπεὶ δὲ Ἅρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, ‘βέλτιόν ἐστιν,’ εἶπε, ‘τοῦτον αὐτὸν1 ἢ ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.’
ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ