Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς οὐκ ἔχουσιν, ἐκέλευσεν ἕτερα πράττειν, καὶ δὶς ἢ τρὶς τοῦτο ἐποίησεν: ἐπεὶ δὲ προστάξας πλείονα γελᾶν ἤκουσεν αὐτοὺς καὶ σκώπτειν ἐν ἀγορᾷ [p. 32] περιιόντας, ἐκέλευσε παύσασθαι: ‘νῦν γὰρ οὐδὲν ἔχουσιν,’ εἶπεν, ‘ὅτε καταφρονοῦσιν ἡμῶν.’
τῆς δὲ μητρὸς αὐτοῦ παρήλικος μὲν οὔσης δοθῆναι δὲ ἀνδρὶ βουλομένης, ἔφη τοὺς μὲν τῆς πόλεως βιάσασθαι νόμους δύνασθαι, τοὺς δὲ τῆς φύσεως μὴ δύνασθαι.
πικρῶς δὲ τοὺς ἄλλους κακούργους κολάζων, ἐφείδετο τῶν λωποδυτῶν, ὅπως παύσωνται οἱ Συρακούσιοι τοῦ δειπνεῖν καὶ μεθύσκεσθαι μετ᾽ ἀλλήλων.
ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν ὅπως προειδήσει τοὺς ἐπιβουλεύοντας,