Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν: ἐκείνου δὲ ὁμολογήσαντος, ‘ὦ μιαρέ,’ εἶπεν,- ‘οὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;’
πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον Κάσανδρος ἐβιάζετο φιλῆσαι: τὸν οὖν Εὔιον ὁρῶν ἀχθόμενον ἀνεπήδησε μετ᾽ ὀργῆς ἐπὶ τὸν Κάσανδρον, κεκραγώς, ‘ἀλλ᾽ οὐδ᾽ ἐρασθῆναί τινος ἔξεστι δι᾽ ὑμᾶς.’ [p. 62]
ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων