Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ζωγράφου τὸν Ἰάλυσον γράφοντος ἐπικηρυκευσαμένων δὲ τῶν Ῥοδίων καὶ φείσασθαι τοῦ πίνακος παρακαλούντων, ἔφη μᾶλλον ἂν1 τὰς τοῦ πατρὸς εἰκόνας } τὴν γραφὴν ἐκείνην διαφθεῖραι. σπεισάμενος δὲ τοῖς Ῥοδίοις τὴν ἑλέπολιν ἀπέλιπε παρ᾽ αὐτοῖς, ὑπόδειγμα τῆς αὑτοῦ μεγαλουργίας ἐκείνων δὲ ἀνδρείας ἐσομένην.
ἀποστάντων δὲ τῶν Ἀθηναίων, ἑλὼν τὴν πόλιν ἤδη κακῶς ὑπὸ σιτοδείας ἔχουσαν, εὐθὺς ἐκκλησίας αὐτῷ συναχθείσης, ἐπέδωκε δωρεὰν σῖτον αὐτοῖς: δημηγορῶν δὲ περὶ τούτων ἐβαρβάρισε: