Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προεκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλ᾽ εἰ μέν ἐστιν ἥττων, εὖ πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν, ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχητέον εἶναι, πότερος εὖ ποιῶν περιγένηται.
περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας ὅτι τὸ μὲν χωρίον δυσάλωτὸν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι ‘νῦν,’ ἔφη, ‘τὸ χωρίον εὐάλωτόν ἐστιν.’
ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ