Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα καὶ προτρέποντα, ‘ὦ Θεμιστόκλεις, τοὺς ἐν τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν ἀεί,1’ ‘ναί,’ εἶπεν, ‘ὦ Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.’
Ἐπαραμένου δὲ τοῦ Εὐρυβιάδου τὴν βακτηρίαν ὡς ‘πατάξοντος, πάταξον μὲν οὖν,’ εἶπεν, ‘ἄκουσον δέ.’ [p. 90]
μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι, κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ δεδιέναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας: ἐπεὶ δὲ πεισθεὶς ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι, πάλιν