τὸ στρατόπεδον, κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας1 τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις2 ἀγωνισάμενος ἐνίκησεν.3
ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαστὰν4 μηδὲ μιμηλὰν ποιήσασθαι, τὰς εἰκόνας οὕτω προσαγορεύων: ‘εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἐστιν5: εἰ δὲ μηδέν, οὐδ᾽ οἱ πάντες ἀνδριάντες.’