Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα οἷς μὲν χρῆσθαι οἷς δ᾽ ἀποχρῆσθαι.
πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις ὁμηρεύων, ὕστερον δὲ μηδεμίαν παρ᾽ αὐτοῦ δωρεὰν προσδεχόμενον, ‘μή με,’ εἶπεν, ‘ἀφαιροῦ τὸ ἀνίκητον, εὐεργεσίας καὶ χάριτος ἡττώμενον.’
ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς: εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε, ‘φεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος’ ἐρωτήσαντος δὲ τοῦ Φιλίππου, ‘πόθεν, ’