Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτι ‘φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ.’
μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ‘ἀλλ᾽ ἐγώ,’ εἶπε, ‘τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος1 ἀνταξίας εἶναι τοῦ Ἡρακλέους.’ [p. 66]
τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας2 ἐζημίωσε.
τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. ‘κρατερὸς μὲν γάρ,’ ἔφη, ‘φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος.’
1 ῥήματος] πράγματος (?); Heracles was not noted for his words! γράμματος E. Capps.
2 οὐ παίζοντας] συμπαίζοντας Bernardakis. The question is, of course, whether they played professionally or would not play at all; (σπ)ου(δῃ), a not uncommon attendant of παίζω, would make the first alternative unequivocal, and οὐ συμπαίζοντας (E. Capps) would do the same for the second.