ἐξ1 ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα:καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.
Περικλέους
Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε, ‘πρόσεχε, [p. 98] Περίκλεις, ἐλευθέρων μέλλεις ἄρχειν, καὶ Ἑλλήνων καὶ Ἀθηναίων.’
ἐκέλευσε δὲ τοὺς Ἀθηναίους τὴν Αἴγιναν ὥσπερ λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς.
πρὸς δὲ φίλον τινὰ ψευδοῦς μαρτυρίας δεόμενον, ᾗ προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι.