Πύρρου τοῦ Ἠπειρώτου
Πύρρον οἱ υἱοὶ παῖδες ὄντες ἠρώτων, τίνι [p. 84] καταλείψει τὴν βασιλείαν καὶ ὁ Πύρρος εἶπεν, ‘ὃς ἂν ὑμῶν ὀξυτέραν1 ἔχῃ τὴν μάχαιραν.’
ἐρωτηθεὶς δὲ πότερον Πύθων ἢ Καφισίας2 αὐλητὴς ἀμείνων, ‘Πολυσπέρχων,3’ ἔφη, ‘στρατηγός.’
ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, ‘ἂν ἔτι,’ ἔφη, ‘μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.’
ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς ὀπίσω πρὸς τοὺς φίλους, ‘οἵαν,’ ἔφη,