‘παρὰ σοί ἐστιν.’
Οὐοκωνίῳ δὲ ἀπαντήσας μετὰ τριῶν θυγατέρων ἀμορφοτάτων τὴν ὄψιν ἀτρέμα πρὸς τοὺς φίλους εἶπεν
Φοίβου ποτ᾽ οὐκ ἐῶντος ἔσπειρεν τέκνα. 1 [p. 92]
Φαύστου δὲ τοῦ Σύλλα παιδὸς διὰ πλῆθος δανείων ἀπάρτιον προγράψαντος, ‘ταύτην’ ἔφη ‘μᾶλλον ἀσπάζομαι τὴν προγραφὴν ἢ τὴν πατρῴαν αὐτοῦ.’
Πομπηίου δὲ καὶ Καίσαρος διαστάντων, ἔφη ‘γινώσκω ὃν φύγω, μὴ γινώσκων πρὸς ὃν φύγω.’
καὶ Πομπήιον ἐμέμψατο τὴν πόλιν ἐκλιπόντα καὶ Θεμιστοκλέα μᾶλλον ἢ Περικλέα μιμησάμενον,