Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῷ πολέμῳ κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπ᾽ Ἀντιπάτρου: Μενύλλου δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι διδόντος , ἀγανακτήσας εἶπε μήτε ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι, καὶ χείρονα τὴν αἰτίαν, ἐφ᾽ λήψεται νῦν τότε μὴ δεξάμενος.
Ἀντίπατρος δὲ ἔφη, ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς ἐμπέπληκεν.
ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτὸν ‘οὐ δύνασαι’ εἶπεν ‘Ἀντίπατρε καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι. ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.