Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐντυχεῖν ἀτακτοῦντι Θεμιστοκλεῖ: πρὸς δὲ τοὺς θαυμάζοντας, τὴν μεταβολὴν ἔλεγεν ὡς ‘οὐκ ἐᾷ με καθεύδειν οὐδὲ ῥᾳθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.’
ἐρωτηθεὶς δὲ πότερον Ἀχιλλεὺς ἐβούλετ᾽ ἂν [p. 36] ἢ Ὅμηρος εἶναι, ‘σὺ δ᾽ αὐτός’ ἔφη ‘πότερον ἤθελες ὁ νικῶν Ὀλυμπίασιν 1 ἢ ὁ κηρύσσων τοὺς νικῶντας εἶναι;’
Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα τῷ μεγάλῳ στόλῳ, φοβηθεὶς Ἐπικύδην τὸν δημαγωγὸν αἰσχροκερδῆ καὶ δειλὸν ὄντα μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ τὴν πόλιν, ἔπεισεν ἀργυρίῳ τῆς στρατηγίας ἀποστῆναι.
Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος
1 Ὀλυμπίασιν *: ἐν ὀλυμπιάσιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.