ἀπειλοῦντος δ᾽ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ, ‘ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.’
Πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει: πολλοὺς δ᾽ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου: ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου [p. 414] ἐκχωροῦντες: τῶν δὲ Πανελλήνων ἐπισημηναμένων1 κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας
πολιόν τε κάρη πολιόν τε γένειονκαὶ δακρύσας, ‘οἴμοι τῶν κακῶν,’ φησίν, ‘ὡς ’