Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τινες ἔλεγον ὅτι1 ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ‘ἵνα μὲν οὖν,’ εἶπε, ‘φανερὸς ὦ: οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπ᾽ αὐτῶν ὁρᾶσθαι.’
ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, ‘οὐ Λακωνικόν,’ εἶπε, ‘τὸ φλυαρεῖν.’
Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν, ‘ὁποῖος κά τις ᾖς2: οἱ μὲν γὰρ λέοντες βαδίζοντι ὅπα κα λέωντι,3 τὼς δὲ λαγὼς ἐπὶ τᾶς γᾶς κήνας4 θηρεύομες.’
ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος